Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 5.46 Hdt. 5.47 (English) >>Hdt. 5.48

ch. 47 5.47.1 συνέσπετο δὲ Δωριέι καὶ συναπέθανε Φίλιππος Βουτακίδεω Κροτωνιήτης ἀνήρ, ὃς ἁρμοσάμενος Τήλυος τοῦ Συβαρίτεω θυγατέρα ἔφυγε ἐκ Κρότωνος, ψευσθεὶς δὲ τοῦ γάμου οἴχετο πλέων ἐς Κυρήνην, ἐκ ταύτης δὲ ὁρμώμενος συνέσπετο οἰκηίῃ τε τριήρεϊ καὶ οἰκηίῃ ἀνδρῶν δαπάνῃ, ἐών τε Ὀλυμπιονίκης καὶ κάλλιστος Ἑλλήνων τῶν κατʼ ἑωυτόν. 5.47.2 διὰ δὲ τὸ ἑωυτοῦ κάλλος ἠνείκατο παρὰ Ἐγεσταίων τὰ οὐδεὶς ἄλλος· ἐπὶ γὰρ τοῦ τάφου αὐτοῦ ἡρώιον ἱδρυσάμενοι θυσίῃσι αὐτὸν ἱλάσκονται.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 5.46 Hdt. 5.47 (English) >>Hdt. 5.48

Powered by PhiloLogic